Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.171 Joseph. AJ 3.176 (English) >>Joseph. AJ 3.181

3.174βοτάνη μέν ἐστιν ὑπὲρ τρεῖς σπιθαμὰς πολλάκις αὐξανομένη τὸ ὕψος, τὴν δὲ ῥίζαν ἐμφερὴς βουνιάδι, ταύτῃ γὰρ οὐκ ἂν ἁμάρτοι τις εἰκάζων αὐτήν, τὰ δὲ φύλλα τοῖς εὐζώμων· ἐκ μέντοι τῶν κλάδων ἀνίησι κάλυκα προσεχῆ τῷ κλωνί, περίεισι δʼ αὐτὴν ἔλυτρον, ὅπερ ἀποκρίνεται κατʼ αὐτὸ πρὸς τὸν καρπὸν μεταβαλεῖν ἠργμένης· δὲ κάλυξ μεγέθους ἐστὶ σκυταλίδος τοῦ μικροῦ δακτύλου, κρατῆρι δʼ ἐμφερὴς τὴν περιγραφήν. σημανῶ δὲ καὶ τοῦτο τοῖς οὐ μεμαθηκόσι· 3.175σφαιρίδος εἰς δύο τετμημένης περὶ τῷ πυθμένι τὴν ἑτέραν τομὴν ἔχει φυόμενος ἀπὸ ῥίζης περιφερής· εἶτα συνιὼν κατʼ ὀλίγον ὑποκοιλαινούσης εὐπρεπῶς τῆς ὑποχωρήσεως ἀνευρύνεται πάλιν ἠρέμα κατὰ χεῖλος, ὁμοίως ὀμφαλῷ ῥοιᾶς τετμημένος. 3.176ἐπίθεμα δʼ αὐτῷ ἡμισφαίριον προσπέφυκεν ἀκριβῶς ἂν εἴποι τις τετορνευμένον, ὑπερανεστώσας ἔχον τὰς ἐντομάς, ἃς εἶπον τῇ ῥοᾷ παραπλησίως βλαστάνειν, ἀκανθώδεις καὶ εἰς ὀξὺ παντελῶς ἀποληγούσας τὸ ἄκρον. 3.177φυλάττει δʼ ἐπὶ τῷ ἐπιθέματι τὸν καρπὸν διὰ παντὸς τοῦ κάλυκος ὄντα βοτάνης σπέρματι τῆς σιδηρίτιδος ὅμοιον, ἀφίησι δʼ ἄνθος τῷ τῆς μήκωνος πλαταγωνίῳ δυνάμενον δοκεῖν ἐμφερὲς εἶναι. 3.178ἐκ τούτου μὲν στέφανος ἐκκεχάλκευται ὅσον ἀπὸ τοῦ ἰνίου πρὸς ἑκάτερον τῶν κροτάφων. τὸ δὲ μέτωπον μὲν ἐφιελὶς οὐκ ἔπεισι, λεγέσθω γὰρ οὕτως κάλυξ, τελαμὼν δʼ ἐστὶ χρύσεος, ὃς ἱεροῖς γράμμασι τοῦ θεοῦ τὴν προσηγορίαν ἐπιτετμημένος ἐστί. καὶ τοιοῦτος μὲν τοῦ ἀρχιερέως κόσμος ἐστί.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.171 Joseph. AJ 3.176 (English) >>Joseph. AJ 3.181

Powered by PhiloLogic